ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος. τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι· ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται· τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν. ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν, ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ, ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ· ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς. εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν