<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="43">χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε</l><l n="44">κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει</l><l n="45">Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.</l><l n="46">Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν·</l><l n="47">οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος</l><l n="48">ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι,</l><l n="49">ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν</l><l n="50">αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.</l><l n="51">ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι</l><l n="52">δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.</l><l n="53">ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον</l><l n="54">ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον</l><l n="55">εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν</l><l n="56">ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι.</l><l n="57">κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς</l><l n="58">σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων</l><l n="59">Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.</l></q><l n="60"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="61">πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;</l><l n="62">αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,</l><l n="63">ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;</l></q><l n="64"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><q><l n="65">αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν</l><l n="66">ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.</l><l n="67">φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι</l><l n="68">πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον</l><l n="69">πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,</l><l n="70">ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι</l><l n="71">Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.</l></q><l n="72"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·</l><l n="73">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·</l><l n="74">τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="75">εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο</l><l n="76">ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.</l><l n="77">πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς</l><l n="78">ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο</l><l n="79">λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.</l><l n="80">ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας</l><l n="81">Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·</l><q><l n="82">τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος</l><l n="83">νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,</l><l n="84">ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;</l><l n="85">φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;</l><milestone ed="p" n="86" unit="card"/></q><l n="86"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l></div></div></body></text></TEI>