<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="419">οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται</l><l n="420">ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι</l><l n="421">εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·</l><l n="422">οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.</l><l n="423"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="424">πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν</l><l n="425">εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.</l></q><l n="426"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·</l><q><l n="427">τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="428">πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι</l><l n="429">καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,</l><l n="430">πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι</l><l n="431">καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.</l><l n="432">ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;</l><l n="433">εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον</l><l n="434">Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·</l></q></q></div></div></body></text></TEI>