<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="401">ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς</l><l n="402">ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ</l><l n="403">ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι</l><l n="404">ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.</l><l n="405">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="406">ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;</l><l n="407">ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;</l><l n="408">πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;</l><l n="409">ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν</l><l n="410">αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ</l><l n="411">ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.</l></q><milestone ed="p" n="412" unit="card"/><l n="412"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·</l><q><l n="413">τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="414">Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,</l><l n="415">βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου</l><l n="416">νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως</l><l n="417">οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.</l><l n="418">ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη</l><l n="419">οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται</l><l n="420">ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι</l><l n="421">εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·</l><l n="422">οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.</l><l n="423"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="424">πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν</l><l n="425">εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.</l></q><l n="426"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·</l><q><l n="427">τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="428">πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι</l><l n="429">καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,</l><l n="430">πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι</l><l n="431">καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.</l><l n="432">ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;</l><l n="433">εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον</l><l n="434">Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·</l><l n="435">ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.</l><l n="436">τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·</l><l n="437">λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·</l></q></q></div></div></body></text></TEI>