<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="391">πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,</l><l n="392">ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους</l><l n="393">δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,</l><l n="394">ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν</l><l n="395">ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι</l><l n="396">ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,</l><l n="397">ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες</l><l n="398">φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι</l><l n="399">νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.</l></q><l n="400"><milestone ed="P" unit="para"/>τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="401">ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς</l><l n="402">ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ</l><l n="403">ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι</l><l n="404">ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.</l><l n="405">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="406">ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;</l><l n="407">ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;</l><l n="408">πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;</l><l n="409">ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν</l><l n="410">αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ</l><l n="411">ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.</l></q><milestone ed="p" n="412" unit="card"/><l n="412"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·</l><q><l n="413">τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="414">Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,</l><l n="415">βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου</l><l n="416">νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως</l><l n="417">οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.</l><l n="418">ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη</l><l n="419">οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται</l><l n="420">ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι</l><l n="421">εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·</l><l n="422">οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.</l><l n="423"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="424">πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν</l><l n="425">εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.</l></q><l n="426"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·</l><q><l n="427">τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="428">πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι</l><l n="429">καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,</l><l n="430">πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι</l><l n="431">καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.</l><l n="432">ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;</l><l n="433">εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον</l><l n="434">Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·</l><l n="435">ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.</l><l n="436">τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·</l><l n="437">λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·</l><l n="438">ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·</l><l n="439">τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι</l><l n="440">ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν</l><l n="441">ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.</l><l n="442">ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,</l><l n="443">ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,</l><l n="444">ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο</l><l n="445">ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.</l></q><l n="446"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="447">μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·</l><l n="448">ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.</l><l n="449">εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,</l><l n="450">ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="451">ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·</l><l n="452">εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,</l><l n="453">οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.</l></q><milestone ed="p" n="454" unit="card"/><l n="454"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ</l><l n="455">ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε</l><l n="456">φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·</l><l n="457">φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.</l><l n="458">τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο</l><l n="459">καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·</l><l n="460">καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς</l><l n="461">ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="462">χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ</l><l n="463">πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις</l><l n="464">πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.</l></q><l n="465"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας</l><l n="466">θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε</l><l n="467">συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,</l><l n="468">μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.</l><l n="469">τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα,</l><l n="470">αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.</l><l n="471">οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν</l><l n="472">καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον</l><l n="473">τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.</l><l n="474">Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι</l><l n="475">ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.</l><l n="476">τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·</l><l n="477">οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,</l><l n="478">οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.</l><l n="479">ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ</l><l n="480">ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·</l><l n="481">ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.</l></q><l n="482"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,</l><l n="483">κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς</l><l n="484">ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.</l><l n="485">ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν</l><l n="486">αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,</l><l n="487">ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς</l><l n="488">ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς</l><l n="489">ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς</l><l n="490">τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,</l><l n="491">τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι</l><l n="492">ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ</l><l n="493">νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.</l><l n="494">ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,</l><l n="495">τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα</l><l n="496">ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη</l><l n="497">τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.</l><l n="498">τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,</l><l n="499">σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου</l><l n="500">τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν</l><l n="501">ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·</l><l n="502">ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.</l><milestone ed="p" n="503" unit="card"/><l n="503"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,</l><l n="504">ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,</l><l n="505">ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,</l><l n="506">ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="507">εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη</l><l n="508">ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·</l><q><l n="509">νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ</l><l n="510">νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,</l><l n="511">μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.</l></q><l n="512"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,</l><l n="513">καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς</l><l n="514">τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="515"><milestone ed="P" unit="para"/>οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="516">ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·</l><l n="517">τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,</l><l n="518">ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα</l><l n="519">Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας</l><l n="520">ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,</l><l n="521">ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,</l><l n="522">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.</l><l n="523">Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς</l><l n="524">θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα</l><l n="525">ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.</l><l n="526"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,</l><l n="527">ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,</l><l n="528">Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα</l><l n="529">ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·</l><l n="530">μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="531">νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.</l><l n="532">Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·</l><q><l n="533">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="534">ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.</l><l n="535">ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.</l><l n="536">αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης</l><l n="537">ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·</l><l n="538">ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν</l><l n="539">Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.</l></q><milestone ed="p" n="540" unit="card"/><l n="540"><milestone ed="P" unit="para"/>οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.</l><l n="541">καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες</l><l n="542">δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·</l><l n="543">πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="544">εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν</l><l n="545">ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον</l><l n="546">Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.</l><l n="547">αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.</l><l n="548">αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι</l><l n="549">μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·</l><l n="550">ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.</l><l n="551">ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·</l><l n="552">ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς</l><l n="553">κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.</l></q><l n="554"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="555">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="556">ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε</l><l n="557">ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.</l><l n="558">ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις</l></q></div></div></body></text></TEI>