<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="387">ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;</l><l n="388">ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα</l><l n="389">νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;</l></q><l n="390"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·</l><q><l n="391">πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,</l><l n="392">ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους</l><l n="393">δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,</l><l n="394">ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν</l><l n="395">ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι</l><l n="396">ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,</l><l n="397">ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες</l><l n="398">φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι</l><l n="399">νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.</l></q><l n="400"><milestone ed="P" unit="para"/>τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="401">ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς</l><l n="402">ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ</l></q></div></div></body></text></TEI>