<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="364">λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.</l><l n="365">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι</l><l n="366">φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη</l><l n="367">Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="368">φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.</l><l n="369">δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·</l><q><l n="370">ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι</l><l n="371">δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.</l></q><milestone ed="p" n="372" unit="card"/><l n="372"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·</l><l n="373">δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ</l><l n="374">ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε</l><l n="375">βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων·</l><l n="376">χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην,</l><l n="377">χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·</l><q><l n="378">ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον</l><l n="379">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="380">τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα</l><l n="381">εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="382"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="383">θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.</l><l n="384">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="385">πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος</l><l n="386">νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;</l><l n="387">ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;</l><l n="388">ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα</l><l n="389">νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;</l></q><l n="390"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·</l><q><l n="391">πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,</l><l n="392">ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους</l><l n="393">δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,</l><l n="394">ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν</l><l n="395">ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι</l><l n="396">ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,</l><l n="397">ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες</l><l n="398">φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι</l><l n="399">νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.</l></q><l n="400"><milestone ed="P" unit="para"/>τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l></div></div></body></text></TEI>