λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι. δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον. ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός· δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων· χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην, χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα· ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι; ἤ τινα συλήσων νεκύων κατατεθνηώτων; ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε; τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα· πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ, ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ, ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·