<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="355">ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους</l><l n="356">ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.</l><l n="357">ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,</l><l n="358">γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα</l><l n="359">φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.</l><l n="360">ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης</l><l n="361">ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ</l><l n="362">χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,</l><l n="363">ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς</l><l n="364">λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.</l><l n="365">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι</l><l n="366">φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη</l><l n="367">Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="368">φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.</l><l n="369">δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·</l><q><l n="370">ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι</l></q></div></div></body></text></TEI>