<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="345">τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν</l><l n="346">καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,</l><l n="347">αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν</l><l n="348">ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι</l><l n="350">κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.</l><l n="351">ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται</l><l n="352">ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν</l><l n="353">ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·</l><l n="354">τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.</l><l n="355">ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους</l><l n="356">ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.</l><l n="357">ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,</l><l n="358">γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα</l><l n="359">φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.</l><l n="360">ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης</l><l n="361">ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ</l><l n="362">χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,</l><l n="363">ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς</l><l n="364">λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.</l><l n="365">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι</l><l n="366">φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη</l><l n="367">Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="368">φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.</l><l n="369">δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·</l><q><l n="370">ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι</l><l n="371">δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.</l></q><milestone ed="p" n="372" unit="card"/><l n="372"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·</l><l n="373">δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ</l><l n="374">ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε</l><l n="375">βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων·</l><l n="376">χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην,</l><l n="377">χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·</l><q><l n="378">ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον</l><l n="379">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="380">τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα</l><l n="381">εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q></div></div></body></text></TEI>