<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="339">βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα</l><l n="340">διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·</l><q><l n="341">οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,</l><l n="342">οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,</l><l n="343">ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.</l><l n="344">ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο</l><l n="345">τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν</l><l n="346">καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,</l><l n="347">αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν</l><l n="348">ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι</l><l n="350">κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.</l><l n="351">ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται</l><l n="352">ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν</l><l n="353">ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·</l><l n="354">τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.</l></div></div></body></text></TEI>