<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="323">δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,</l><l n="324">σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·</l><l n="325">τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι</l><l n="326">νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι</l><l n="327">βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.</l></q><l n="328"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·</l><q><l n="329">ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης</l><l n="330">μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος</l><l n="331">Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.</l><milestone ed="p" n="332" unit="card"/></q><l n="332"><milestone ed="P" unit="para"/>ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·</l><l n="333">αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,</l><l n="334">ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,</l><l n="335">κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα,</l><l n="336">βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν</l><l n="337">ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.</l><l n="338">ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον,</l></div></div></body></text></TEI>