νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς κήρυκος θείοιο πολύχρυσος πολύχαλκος, ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης· αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν. ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν· Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι. ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης· τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι. ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν· ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι. ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν· αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα, ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο, κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα, βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν. ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον, βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν· οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ, οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν, ἦ τινα συλήσων νεκύων κατατεθνηώτων. ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο