<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="307">ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,</l><l n="308">νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι</l><l n="309">ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,</l><l n="310">ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες</l><l n="311">φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι</l><l n="312">νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.</l></q><l n="313"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="314">ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς</l><l n="315">κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,</l><l n="316">ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·</l><l n="317">αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.</l><l n="318">ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·</l><q><l n="319">Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="320">νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.</l><l n="321">ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον</l><l n="322">ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ</l></q></div></div></body></text></TEI>