<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="291">ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.</l><l n="292">σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον</l><l n="293">ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·</l><l n="294">τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.</l><milestone ed="p" n="295" unit="card"/></q><l n="295"><milestone ed="P" unit="para"/>ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="296">οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,</l><l n="297">βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν</l><l n="298">ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.</l><l n="299"><milestone ed="P" unit="para"/>οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ</l><l n="300">εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,</l><l n="301">ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·</l><l n="302">τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·</l><q><l n="303">τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε</l><l n="304">δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.</l><l n="305">δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους</l><l n="306">οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν</l></q></div></div></body></text></TEI>