σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης. ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε. σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ· τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας. ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη. οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο, βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα. οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους, ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες· τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται. δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο, νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς κήρυκος θείοιο πολύχρυσος πολύχαλκος, ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης· αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν. ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν· Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι. ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης· τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι