<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="259">κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.</l><l n="260">Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην</l><l n="261">καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε</l><l n="262">ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν</l><l n="263">ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες</l><l n="264">ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα</l><l n="265">εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.</l><l n="266">τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο</l><l n="267">ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,</l><l n="268">Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·</l><l n="269">Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,</l><l n="270">αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·</l><l n="271">δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.</l><l n="272"><milestone ed="P" unit="para"/>τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,</l><l n="273">βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.</l><l n="274">τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο</l></div></div></body></text></TEI>