κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν. Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει. τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας, Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι· Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι, αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι· δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα. τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους. τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο