<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="253">τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.</l><milestone ed="p" n="254" unit="card"/></q><l n="254"><milestone ed="P" unit="para"/>ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.</l><l n="255">Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης</l><l n="256">φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·</l><l n="257">καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε</l><l n="258">ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ</l><l n="259">κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.</l><l n="260">Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην</l><l n="261">καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε</l><l n="262">ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν</l><l n="263">ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες</l><l n="264">ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα</l><l n="265">εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.</l><l n="266">τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο</l><l n="267">ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,</l><l n="268">Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·</l><l n="269">Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,</l><l n="270">αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·</l><l n="271">δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.</l><l n="272"><milestone ed="P" unit="para"/>τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,</l><l n="273">βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.</l><l n="274">τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο</l><l n="275">Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι</l><l n="276">νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.</l><l n="277">χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·</l><q><l n="278">κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ</l><l n="279">ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω</l><l n="280">κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,</l><l n="281">δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι</l><l n="282">ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.</l></q><l n="283"><milestone ed="P" unit="para"/>δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="284">κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·</l><l n="285">σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ</l><l n="286">ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.</l><l n="287">τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,</l><l n="288">αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι</l><l n="289">κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα</l></q></div></div></body></text></TEI>