<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="25"><milestone ed="P" unit="para"/>ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ</l><l n="26">ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν</l><l n="27">Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν</l><l n="28">ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.</l><l n="29">παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε</l><l n="30">ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας</l><l n="31">θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.</l><l n="32">βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων</l><l n="33">Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.</l><l n="34">τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ</l><l n="35">νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.</l><l n="36">τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="37">τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων</l><l n="38">ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς</l><l n="39">δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον</l><l n="40">ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν</l><l n="41">νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.</l></q><milestone ed="p" n="42" unit="card"/><l n="42"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="43">χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε</l><l n="44">κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει</l><l n="45">Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.</l><l n="46">Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν·</l><l n="47">οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος</l><l n="48">ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι,</l><l n="49">ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν</l><l n="50">αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.</l><l n="51">ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι</l><l n="52">δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.</l><l n="53">ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον</l><l n="54">ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον</l><l n="55">εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν</l><l n="56">ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι.</l><l n="57">κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς</l><l n="58">σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων</l><l n="59">Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.</l></q><l n="60"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="61">πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;</l></q></div></div></body></text></TEI>