<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="25"><milestone ed="P" unit="para"/>ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ</l><l n="26">ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν</l><l n="27">Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν</l><l n="28">ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.</l><l n="29">παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε</l><l n="30">ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας</l><l n="31">θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.</l><l n="32">βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων</l><l n="33">Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.</l><l n="34">τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ</l><l n="35">νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.</l><l n="36">τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="37">τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων</l><l n="38">ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς</l><l n="39">δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον</l><l n="40">ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν</l></q></div></div></body></text></TEI>