ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι. ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος, ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός, ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος, ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα, φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί. μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν. ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ. τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης· εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι,