<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="217">αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.</l><milestone ed="p" n="218" unit="card"/></q><l n="218"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="219">τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="220">Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="221">ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων</l><l n="222">Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος</l><l n="223">μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.</l><l n="224">σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν</l><l n="225">ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ</l><l n="226">ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.</l></q><l n="227"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.</l><l n="228">ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,</l><l n="229">ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,</l><l n="230">ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,</l><l n="231">ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον</l><l n="232">Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.</l></div></div></body></text></TEI>