<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="214">ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι</l><l n="215">τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν</l><l n="216">θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,</l><l n="217">αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.</l><milestone ed="p" n="218" unit="card"/></q><l n="218"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="219">τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="220">Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="221">ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων</l><l n="222">Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος</l><l n="223">μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.</l><l n="224">σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν</l><l n="225">ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ</l><l n="226">ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.</l></q><l n="227"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.</l><l n="228">ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,</l><l n="229">ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,</l><l n="230">ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,</l><l n="231">ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον</l><l n="232">Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.</l><l n="233">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="234">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="235">τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,</l><l n="236">φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.</l><l n="237">μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω</l><l n="238">καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων</l><l n="239">ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.</l></q><l n="240"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.</l><l n="241">τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="242">εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι,</l><l n="243">πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,</l><l n="244">οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="245">ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.</l><l n="246">τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο</l><l n="247">ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.</l></q><l n="248"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q><l n="249">Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει·</l><l n="250">εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.</l><l n="251">ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς,</l><l n="252">ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ</l><l n="253">τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.</l><milestone ed="p" n="254" unit="card"/></q><l n="254"><milestone ed="P" unit="para"/>ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.</l><l n="255">Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης</l><l n="256">φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·</l><l n="257">καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε</l><l n="258">ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ</l><l n="259">κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.</l><l n="260">Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην</l><l n="261">καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε</l><l n="262">ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν</l><l n="263">ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες</l><l n="264">ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα</l><l n="265">εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.</l><l n="266">τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο</l><l n="267">ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,</l><l n="268">Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·</l><l n="269">Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,</l><l n="270">αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·</l><l n="271">δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.</l><l n="272"><milestone ed="P" unit="para"/>τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,</l><l n="273">βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.</l><l n="274">τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο</l><l n="275">Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι</l><l n="276">νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.</l><l n="277">χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·</l><q><l n="278">κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ</l><l n="279">ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω</l><l n="280">κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,</l><l n="281">δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι</l><l n="282">ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.</l></q><l n="283"><milestone ed="P" unit="para"/>δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="284">κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·</l><l n="285">σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ</l><l n="286">ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.</l><l n="287">τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,</l><l n="288">αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι</l><l n="289">κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα</l><l n="290">σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.</l><l n="291">ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.</l><l n="292">σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον</l><l n="293">ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·</l><l n="294">τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.</l><milestone ed="p" n="295" unit="card"/></q><l n="295"><milestone ed="P" unit="para"/>ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="296">οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,</l><l n="297">βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν</l><l n="298">ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.</l><l n="299"><milestone ed="P" unit="para"/>οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ</l><l n="300">εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,</l><l n="301">ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·</l><l n="302">τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·</l><q><l n="303">τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε</l><l n="304">δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.</l><l n="305">δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους</l><l n="306">οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν</l><l n="307">ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,</l><l n="308">νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι</l><l n="309">ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,</l><l n="310">ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες</l><l n="311">φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι</l><l n="312">νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.</l></q><l n="313"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="314">ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς</l><l n="315">κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,</l><l n="316">ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·</l><l n="317">αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.</l><l n="318">ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·</l><q><l n="319">Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="320">νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.</l><l n="321">ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον</l><l n="322">ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ</l><l n="323">δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,</l><l n="324">σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·</l><l n="325">τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι</l><l n="326">νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι</l><l n="327">βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.</l></q><l n="328"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·</l><q><l n="329">ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης</l><l n="330">μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος</l><l n="331">Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.</l><milestone ed="p" n="332" unit="card"/></q><l n="332"><milestone ed="P" unit="para"/>ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·</l><l n="333">αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,</l><l n="334">ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,</l><l n="335">κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα,</l><l n="336">βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν</l><l n="337">ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.</l><l n="338">ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον,</l><l n="339">βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα</l><l n="340">διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·</l><q><l n="341">οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,</l><l n="342">οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,</l><l n="343">ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.</l><l n="344">ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο</l><l n="345">τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν</l><l n="346">καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,</l><l n="347">αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν</l><l n="348">ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι</l><l n="350">κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.</l><l n="351">ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται</l><l n="352">ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν</l><l n="353">ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·</l><l n="354">τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.</l><l n="355">ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους</l><l n="356">ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.</l><l n="357">ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,</l><l n="358">γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα</l><l n="359">φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.</l><l n="360">ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης</l><l n="361">ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ</l><l n="362">χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,</l><l n="363">ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς</l><l n="364">λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.</l><l n="365">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι</l><l n="366">φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη</l><l n="367">Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="368">φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.</l><l n="369">δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·</l><q><l n="370">ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι</l><l n="371">δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.</l></q><milestone ed="p" n="372" unit="card"/><l n="372"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·</l><l n="373">δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ</l><l n="374">ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε</l><l n="375">βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων·</l><l n="376">χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην,</l><l n="377">χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·</l><q><l n="378">ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον</l><l n="379">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="380">τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα</l><l n="381">εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="382"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="383">θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.</l><l n="384">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="385">πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος</l><l n="386">νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;</l><l n="387">ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;</l><l n="388">ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα</l><l n="389">νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;</l></q><l n="390"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·</l><q><l n="391">πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,</l><l n="392">ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους</l><l n="393">δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,</l><l n="394">ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν</l><l n="395">ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι</l><l n="396">ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,</l><l n="397">ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες</l><l n="398">φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι</l><l n="399">νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.</l></q><l n="400"><milestone ed="P" unit="para"/>τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="401">ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς</l><l n="402">ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ</l><l n="403">ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι</l><l n="404">ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.</l><l n="405">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="406">ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;</l><l n="407">ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;</l><l n="408">πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;</l><l n="409">ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν</l><l n="410">αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ</l><l n="411">ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.</l></q><milestone ed="p" n="412" unit="card"/><l n="412"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·</l><q><l n="413">τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="414">Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,</l><l n="415">βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου</l><l n="416">νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως</l><l n="417">οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.</l><l n="418">ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη</l><l n="419">οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται</l><l n="420">ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι</l><l n="421">εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·</l><l n="422">οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.</l><l n="423"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="424">πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν</l><l n="425">εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.</l></q><l n="426"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·</l><q><l n="427">τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="428">πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι</l><l n="429">καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,</l><l n="430">πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι</l><l n="431">καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.</l><l n="432">ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;</l><l n="433">εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον</l><l n="434">Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·</l><l n="435">ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.</l><l n="436">τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·</l><l n="437">λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·</l><l n="438">ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·</l><l n="439">τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι</l><l n="440">ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν</l><l n="441">ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.</l><l n="442">ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,</l><l n="443">ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,</l><l n="444">ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο</l><l n="445">ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.</l></q><l n="446"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="447">μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·</l><l n="448">ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.</l><l n="449">εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,</l></q></q></div></div></body></text></TEI>