<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="211">ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι</l><l n="212">ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη</l><l n="213">πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·</l><l n="214">ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι</l><l n="215">τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν</l><l n="216">θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,</l><l n="217">αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.</l><milestone ed="p" n="218" unit="card"/></q><l n="218"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="219">τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="220">Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="221">ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων</l><l n="222">Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος</l><l n="223">μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.</l><l n="224">σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν</l><l n="225">ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ</l><l n="226">ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.</l></q><l n="227"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.</l><l n="228">ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,</l><l n="229">ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,</l><l n="230">ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,</l><l n="231">ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον</l><l n="232">Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.</l><l n="233">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="234">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="235">τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,</l><l n="236">φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.</l><l n="237">μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω</l><l n="238">καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων</l><l n="239">ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.</l></q><l n="240"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.</l><l n="241">τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="242">εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι,</l><l n="243">πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,</l><l n="244">οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="245">ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.</l><l n="246">τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο</l><l n="247">ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.</l></q><l n="248"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q><l n="249">Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει·</l><l n="250">εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.</l><l n="251">ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς,</l><l n="252">ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ</l><l n="253">τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.</l><milestone ed="p" n="254" unit="card"/></q><l n="254"><milestone ed="P" unit="para"/>ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.</l><l n="255">Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης</l><l n="256">φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·</l><l n="257">καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε</l><l n="258">ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ</l><l n="259">κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.</l><l n="260">Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην</l><l n="261">καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε</l><l n="262">ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν</l><l n="263">ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες</l><l n="264">ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα</l><l n="265">εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.</l><l n="266">τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο</l><l n="267">ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,</l><l n="268">Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·</l><l n="269">Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,</l><l n="270">αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·</l><l n="271">δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.</l><l n="272"><milestone ed="P" unit="para"/>τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,</l><l n="273">βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.</l><l n="274">τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο</l><l n="275">Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι</l><l n="276">νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.</l><l n="277">χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·</l><q><l n="278">κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ</l><l n="279">ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω</l><l n="280">κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,</l><l n="281">δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι</l><l n="282">ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.</l></q><l n="283"><milestone ed="P" unit="para"/>δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="284">κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·</l><l n="285">σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ</l><l n="286">ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.</l><l n="287">τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,</l><l n="288">αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι</l><l n="289">κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα</l><l n="290">σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.</l><l n="291">ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.</l><l n="292">σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον</l><l n="293">ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·</l><l n="294">τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.</l><milestone ed="p" n="295" unit="card"/></q><l n="295"><milestone ed="P" unit="para"/>ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="296">οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,</l><l n="297">βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν</l><l n="298">ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.</l><l n="299"><milestone ed="P" unit="para"/>οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ</l><l n="300">εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,</l><l n="301">ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·</l><l n="302">τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·</l></div></div></body></text></TEI>