<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="211">ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι</l><l n="212">ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη</l><l n="213">πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·</l><l n="214">ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι</l><l n="215">τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν</l><l n="216">θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,</l><l n="217">αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.</l><milestone ed="p" n="218" unit="card"/></q><l n="218"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="219">τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="220">Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="221">ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων</l><l n="222">Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος</l><l n="223">μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.</l><l n="224">σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν</l><l n="225">ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ</l><l n="226">ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.</l></q></div></div></body></text></TEI>