ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν. ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον· τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς. ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή· ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,