Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν. τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι. τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν. ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον· τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.