ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν. τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι. τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο