<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="179">βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.</l><l n="180"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,</l><l n="181">οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,</l><l n="182">ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.</l><l n="183">ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ</l><l n="184">θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην</l><l n="185">ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ</l><l n="186">ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·</l><l n="187">ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει</l><l n="188">νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ</l><l n="189">τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.</l><l n="190">τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ</l><l n="191">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="192">οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος</l><l n="193">αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.</l></q><l n="194"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="195">Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.</l><l n="196">τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς</l><l n="197">ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.</l><l n="198">τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο</l><l n="199">ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος</l><l n="200">πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ</l><l n="201">ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.</l><l n="202">ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον·</l><l n="203">τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="204">ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ</l><l n="205">θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους</l><l n="206">ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,</l><l n="207">ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,</l><l n="208">ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν</l><l n="209">αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ</l><l n="210">ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.</l><l n="211">ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι</l><l n="212">ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη</l><l n="213">πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·</l><l n="214">ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι</l><l n="215">τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν</l><l n="216">θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,</l><l n="217">αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.</l><milestone ed="p" n="218" unit="card"/></q><l n="218"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="219">τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="220">Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="221">ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων</l><l n="222">Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος</l><l n="223">μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.</l><l n="224">σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν</l><l n="225">ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ</l><l n="226">ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.</l></q><l n="227"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.</l><l n="228">ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,</l><l n="229">ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,</l><l n="230">ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,</l><l n="231">ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον</l><l n="232">Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.</l><l n="233">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="234">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="235">τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,</l><l n="236">φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.</l><l n="237">μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω</l><l n="238">καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων</l><l n="239">ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.</l></q><l n="240"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.</l><l n="241">τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="242">εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι,</l><l n="243">πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,</l><l n="244">οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="245">ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.</l><l n="246">τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο</l><l n="247">ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.</l></q><l n="248"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q><l n="249">Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει·</l><l n="250">εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.</l><l n="251">ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς,</l><l n="252">ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ</l><l n="253">τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.</l><milestone ed="p" n="254" unit="card"/></q><l n="254"><milestone ed="P" unit="para"/>ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.</l><l n="255">Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης</l><l n="256">φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·</l><l n="257">καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε</l><l n="258">ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ</l><l n="259">κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.</l><l n="260">Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην</l><l n="261">καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε</l></div></div></body></text></TEI>