βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως. οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες. ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν· ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων. τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν. ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο