<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="169">ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.</l><l n="170">εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ</l><l n="171">καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·</l><l n="172">ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.</l><l n="173">νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς</l><l n="174">ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.</l><l n="175">ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν</l><l n="176">ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις.</l></q><l n="177"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος</l><l n="178">αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.</l><l n="179">βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.</l><l n="180"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,</l><l n="181">οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,</l><l n="182">ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.</l><l n="183">ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ</l><l n="184">θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην</l></div></div></body></text></TEI>