ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες. εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν· ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς. νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς