λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός. τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·