<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="153">ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς</l><l n="154">λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="155">εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,</l><l n="156">αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.</l><l n="157">τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="158">λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·</l><q><l n="159">ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;</l><l n="160">οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο</l><l n="161">εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει;</l></q><l n="162"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,</l><l n="163">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="164">σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.</l><l n="165">οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν</l><l n="166">οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων</l><l n="167">πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.</l></q><milestone ed="p" n="168" unit="card"/><l n="168"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·</l></div></div></body></text></TEI>