νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει; τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι. ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς. βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός. τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην· ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς; οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει; ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις. οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ. τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ· ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες. εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν· ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς. νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι. ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις. ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.