<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="137">πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον</l><l n="138">ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ</l><l n="139">φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,</l><l n="140">ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·</l><q><l n="141">τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε</l><l n="142">νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;</l></q><l n="143"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="144">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="145">μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.</l><l n="146">ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε</l><l n="147">βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.</l></q><l n="148"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς</l><l n="149">ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.</l><l n="150">βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον</l><l n="151">ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι</l><l n="152">εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν</l></div></div></body></text></TEI>