<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="123">ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.</l><l n="124">νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·</l><l n="125">τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.</l><l n="126">ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων</l><l n="127">ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.</l><milestone ed="p" n="128" unit="card"/></q><l n="128"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="129">οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει</l><l n="130">Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.</l></q><l n="131"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,</l><l n="132">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="133">ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν</l><l n="134">διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.</l><l n="135">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="136">βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="137">πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον</l><l n="138">ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ</l><l n="139">φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,</l><l n="140">ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·</l><q><l n="141">τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε</l><l n="142">νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;</l></q><l n="143"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="144">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="145">μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.</l><l n="146">ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε</l><l n="147">βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.</l></q><l n="148"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς</l><l n="149">ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.</l><l n="150">βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον</l><l n="151">ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι</l><l n="152">εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν</l><l n="153">ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς</l><l n="154">λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="155">εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,</l><l n="156">αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.</l><l n="157">τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="158">λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·</l><q><l n="159">ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;</l></q></div></div></body></text></TEI>