ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι. νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα· πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο, ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν. νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη· τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς. ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ. ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα, ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή, ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε· τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει; τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι. ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς. βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός. τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην· ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς; οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει; ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις. οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ. τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ· ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες. εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν· ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς. νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι. ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις. ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος. βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως. οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες. ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν· ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων. τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν. ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν. τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι. τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν. ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον· τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς. ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή· ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον, αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται. σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις. ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι. ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος, ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός, ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος, ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα, φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί. μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν. ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ. τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης· εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι, πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη. τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει· εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις. ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς, ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται. ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην. Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο· καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν. Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει. τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας, Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι· Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι, αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι· δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα. τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους. τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν. χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ· κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ. δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη· σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει. τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς, αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης. ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε. σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ· τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας. ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη. οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο, βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα. οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους, ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες· τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται. δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο, νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς κήρυκος θείοιο πολύχρυσος πολύχαλκος, ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης· αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν. ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν· Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι. ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης· τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι. ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν· ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι. ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν· αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα, ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο, κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα, βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν. ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον, βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν· οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ, οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν, ἦ τινα συλήσων νεκύων κατατεθνηώτων. ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν, αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ. ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν. ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον· τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας. ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος. ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον, γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν. ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς, ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι. δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον. ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός· δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων· χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην, χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα· ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι; ἤ τινα συλήσων νεκύων κατατεθνηώτων; ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε; τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα· πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ, ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ, ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς· ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν; ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι; πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί; ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς. τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός· τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω. Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί, βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει. ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν· οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω. τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός· τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω. πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί. ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα; εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων· ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος. τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι· ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται· τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν. ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν, ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ, ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ· ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς. εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων· εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς, οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν. ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε· φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν· καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα· χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς. ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους, μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν. τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα, αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες. οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι. Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο. τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·