<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="105">ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω</l><l n="106">κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς</l><l n="107">ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.</l><l n="108">σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους</l><l n="109">ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα</l><l n="110">ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.</l><l n="111">ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν</l><l n="112">ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·</l><l n="113">τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.</l><l n="114">ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον</l><l n="115">νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω</l><l n="116">ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.</l><l n="117">νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι</l><l n="118">λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.</l></q><l n="119"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="120">ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·</l><l n="121">πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι</l><l n="122">οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,</l><l n="123">ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.</l><l n="124">νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·</l><l n="125">τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.</l><l n="126">ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων</l><l n="127">ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.</l><milestone ed="p" n="128" unit="card"/></q><l n="128"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="129">οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει</l><l n="130">Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.</l></q><l n="131"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,</l><l n="132">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="133">ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν</l><l n="134">διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.</l><l n="135">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="136">βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="137">πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον</l><l n="138">ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ</l><l n="139">φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,</l><l n="140">ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·</l><q><l n="141">τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε</l></q></div></div></body></text></TEI>