<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="93">οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης,</l><l n="94">ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων,</l><l n="95">οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα,</l><l n="96">τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει·</l><l n="97">οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει</l><l n="98">πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην</l><l n="99">ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην</l><l n="100">ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.</l></q><l n="101"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="102">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="103">ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι</l><l n="104">πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·</l><l n="105">Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε·</l><q><l n="106">μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·</l><l n="107">αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,</l><l n="108">ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας·</l><l n="109">καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις</l><l n="110">ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,</l><l n="111">οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα</l><l n="112">οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν</l><l n="113">οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα</l><l n="114">κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,</l><l n="115">οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα.</l><l n="116">ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον·</l><l n="117">βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·</l><l n="118">αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος</l><l n="119">Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·</l><l n="120">λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.</l></q><l n="121"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="122">Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,</l><l n="123">πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;</l><l n="124">οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·</l><l n="125">ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,</l><l n="126">λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.</l><l n="127">ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ</l><l n="128">τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς</l><l n="129">δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.</l></q><milestone ed="p" n="130" unit="card"/><l n="130"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="131">μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ</l><l n="132">κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.</l><l n="133">ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως</l><l n="134">ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;</l><l n="135">ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ</l><l n="136">ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·</l><l n="137">εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι</l><l n="138">ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος</l></q></div></div></body></text></TEI>