ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι. καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων· οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης, ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων, οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα, τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει· οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην· Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε· μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας· αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας·