<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="91">ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.</l></q><milestone ed="p" n="92" unit="card"/><l n="92"><milestone ed="P" unit="para"/>καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·</l><q><l n="93">οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης,</l><l n="94">ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων,</l><l n="95">οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα,</l><l n="96">τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει·</l><l n="97">οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει</l><l n="98">πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην</l><l n="99">ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην</l><l n="100">ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.</l></q><l n="101"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="102">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="103">ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι</l><l n="104">πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·</l><l n="105">Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε·</l></div></div></body></text></TEI>