θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα· οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς, ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.