θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα· οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς,