<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="85">θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·</l><l n="86">οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν</l><l n="87">εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,</l><l n="88">οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο</l><l n="89">σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει</l><l n="90">συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς,</l><l n="91">ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.</l></q><milestone ed="p" n="92" unit="card"/><l n="92"><milestone ed="P" unit="para"/>καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·</l><q><l n="93">οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης,</l><l n="94">ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων,</l><l n="95">οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα,</l><l n="96">τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει·</l><l n="97">οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει</l><l n="98">πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην</l><l n="99">ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην</l><l n="100">ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.</l></q><l n="101"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="102">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="103">ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι</l><l n="104">πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·</l><l n="105">Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε·</l><q><l n="106">μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·</l><l n="107">αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,</l><l n="108">ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας·</l><l n="109">καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις</l><l n="110">ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,</l><l n="111">οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα</l><l n="112">οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν</l><l n="113">οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα</l><l n="114">κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,</l><l n="115">οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα.</l><l n="116">ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον·</l><l n="117">βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·</l><l n="118">αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος</l><l n="119">Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·</l><l n="120">λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.</l></q><l n="121"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="122">Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,</l><l n="123">πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;</l><l n="124">οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·</l><l n="125">ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,</l><l n="126">λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.</l><l n="127">ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ</l><l n="128">τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς</l><l n="129">δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.</l></q><milestone ed="p" n="130" unit="card"/><l n="130"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="131">μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ</l><l n="132">κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.</l><l n="133">ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως</l><l n="134">ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;</l><l n="135">ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ</l><l n="136">ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·</l><l n="137">εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι</l><l n="138">ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος</l><l n="139">ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.</l><l n="140">ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,</l><l n="141">νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,</l><l n="142">ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην</l><l n="143">θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον</l><l n="144">βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,</l><l n="145">ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς</l><l n="146">ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν,</l><l n="147">ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.</l></q><l n="148"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="149">ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον</l><l n="150">πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν</l><l n="151">ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;</l><l n="152">οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων</l><l n="153">δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·</l><l n="154">οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,</l><l n="155">οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ</l><l n="156">καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ</l><l n="157">οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·</l><l n="158">ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς,</l><l n="159">τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα</l><l n="160">πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις·</l><l n="161">καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,</l><l n="162">ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.</l><l n="163">οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ</l><l n="164">Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον·</l><l n="165">ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο</l><l n="166">χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,</l></q></div></div></body></text></TEI>