εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα· οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς, ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι. καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων· οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης, ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων, οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα, τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει· οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην· Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε· μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας· αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας· καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων, οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα. ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον· βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι· αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε· λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.