<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="69">Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος,</l><l n="70">ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,</l><l n="71">καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω</l><l n="72">ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·</l><l n="73">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="74">ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι</l><l n="75">μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·</l><l n="76">τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον</l><l n="77">ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·</l><l n="78">ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων</l><l n="79">Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·</l><l n="80">κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·</l><l n="81">εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,</l><l n="82">ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,</l><l n="83">ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.</l></q><l n="84"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="85">θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·</l></q></div></div></body></text></TEI>