Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος, ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων· ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος· τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν· ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί· κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ· εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·