<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="61">εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·</l><l n="62">ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα</l><l n="63">ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,</l><l n="64">ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,</l><l n="65">εἴτʼ ἄρʼ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης,</l><l n="66">αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων</l><l n="67">βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.</l></q><milestone ed="p" n="68" unit="card"/><l n="68"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="69">Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος,</l><l n="70">ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,</l><l n="71">καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω</l><l n="72">ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·</l><l n="73">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="74">ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι</l><l n="75">μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·</l></q></div></div></body></text></TEI>